Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.14 Dem. 41.17 (English) >>Dem. 41.20

41.16περὶ μὲν γὰρ τῆς οἰκίας, εἰ φησὶν ὑπʼ ἐμοῦ πεισθέντα Πολύευκτον προστάξαι τοὺς ὅρους στῆσαι τῶν χιλιῶν, ἀλλʼ οὐ δήπου καὶ τοὺς μάρτυρας ἔπεισα, Σπουδία, ψευδῆ μοι μαρτυρεῖν, τοὺς παραγενομένους ὅτʼ ἠγγύα μοι, τοὺς εἰδότας ἔλαττόν με κομισάμενον, τοὺς ἀκούοντας ὁμολογοῦντος ὀφείλειν ἐμοὶ συστήσαντος ἀποδοῦναι, τοὺς τὸ τελευταῖον ταῖς διαθήκαις παραγενομένους· τούτοις γὰρ ἅπασιν οὐκέτι καταχαρίσασθαι ταῦθʼ ὑπῆρχεν, ἀλλὰ κινδυνεύειν τῶν ψευδομαρτυρίων, εἰ μηδὲν τῶν γενομένων μαρτυροῖεν. ἀφῶμεν τοίνυν τοῦτʼ ἤδη. 41.17πρὸς ἐκεῖνο δὲ τί ἂν λέγοις; ἀκριβῶς γὰρ ὅπως τούτους διδάξεις· εἰ δὲ μή, πάντες ὑμεῖς ἀπαιτεῖτʼ αὐτόν. ὅτε γὰρ Πολύευκτος διετίθετο ταῦτα, παρῆν μὲν τούτου γυνή, καὶ δῆλον ὅτι τὰς τοῦ πατρὸς διαθήκας ἀνήγγειλεν, ἄλλως τʼ εἰ καὶ μηδὲν ἴσον εἶχεν ἀλλʼ ἐν ἅπασιν ἠλαττοῦτο, παρεκλήθη δʼ αὐτὸς οὗτος, ὥστε μηδὲ τοῦτʼ εἶναι λέγειν, ὡς λάθρᾳ καὶ διακρυψάμενοι τούτους ἐπράττομεν ταῦτα· παρακαλούμενος γὰρ ἔφησεν αὐτὸς μὲν ἀσχολίαν ἄγειν, τὴν δὲ γυναῖκʼ ἐξαρκεῖν τὴν αὑτοῦ παροῦσαν. 41.18τί ἔτι λοιπόν; ἀπαγγείλαντος Ἀριστογένους αὐτῷ περὶ ἁπάντων τούτων ἀκριβῶς, οὐδʼ ἐνταῦθʼ οὐδένα φαίνεται λόγον ποιησάμενος, ἀλλʼ ἐπιβιόντος μετὰ ταῦτα τοῦ Πολυεύκτου πλέον πένθʼ ἡμέρας, οὔτʼ ἠγανάκτησεν εἰσελθὼν οὔτʼ ἀντεῖπεν οὐδέν, οὐδʼ γυνή, παροῦσʼ ἐξ ἀρχῆς ἅπασιν τούτοις. ὥστʼ οὐκέτι Πολύευκτος αὐτὰ πεισθεὶς ἐμοὶ κατεχαρίζετο, ὡς ἔοικεν, ἀλλʼ ὑμεῖς αὐτοί. ταῦτα τοίνυν, ἄνδρες δικασταί, μεμνημένοι σαφῶς, ἐὰν ἄρα τι περὶ αὐτῶν ἐγχειρῇ νυνὶ διαβάλλειν, ἀντίθετε. πρῶτον δʼ ἵνʼ εἰδῆτʼ ἀκριβῶς ὅτι τοῦτον τὸν τρόπον ἔχει, τῶν μαρτύρων ἀκούσατε. λέγε.Μάρτυρες



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.14 Dem. 41.17 (English) >>Dem. 41.20

Powered by PhiloLogic